ἀλλά


conj.

A introd. una adversativa (oración o palabra) c. frases afirmativas

I 1pero ἐγὼ μενέω ... ἀλλ' ἕταρον πέμπω Il.16.240, πόλλ' οἶδ' ἀλώπηξ ἀλλ' ἐχῖνος ἓν μέγα Archil.37, σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν S.Ant.1059
respondiendo a μέν: μικρὸς μὲν ἔην δέμας, ἀ. μαχητής Il.5.801, ἡ δέ τοι τύχη κακὴ μὲν αὐτῇ γ', ἀλλὰ συγγνώμην ἔχει S.Tr.328, κἀγὼ μόλις μέν, ἀλλ' ὅμως ἠνεσχόμην τὸ πρῶτον Ar.Nu.1363
en griego tard. y también σπουδήν, ἀλλὰ ἀπολογίαν 2Ep.Cor.7.11.

2 en la hipófora, refutación de una opinión del adversario sin embargo Lys.30.26, 27, And.Myst.148, en los discursos de los historiadores Ἀλλὰ τοῖς χρήμασιν; Th.1.80, cf. 6.38, X.Cyr.7.5.83, en los discursos de las tragedias de Eurípides, E.Ph.1618, ἀλλ' ὡς E.Hipp.1013.

II la negación acompaña a ἀλλά y se opone a una frase afirmativa pero no, que no ἐκεῖθεν, ἀλλ' οὐκ ἐνθένδε ἡρπάσθη Pl.Phdr.229d, ταῦτα πάντα γέγονεν διὰ τὴν ἡμετέραν ἄνοιαν, ἀλλ' οὐ διὰ τὴν ἐκείνου δύναμιν Isoc.4.137
simplemente y no πολλῶν ἀγαθῶν ἀ. οὐχὶ πολλῶν κακῶν αἴτιον Lys.14.16, ἢ περὶ σμικροῦ οἴεσθε νυνὶ κινδυνεύειν ... ἀλλ' οὐ περὶ τούτου τοῦ κτήματος Pl.La.185a.

B id. id. c. frases negativas

I 1sino οὐδὲ μὲν Ἕκτωρ μίμνεν ... ἀλλ' ... ἐφορμᾶται Il.15.690, οὐ κακός, ἀλλ' ἀγαθός Thgn.212, οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν S.Ant.523, φαίνεται γὰρ ἠ νῦν Ἑλλὰς καλουμένη οὐ πάλαι βεβαίως οἰκουμένη, ἀλλὰ μεταναστάσεις τε οὖσαι Th.1.2, νῦν οὐ περὶ δόξης οὐδ' ὑπὲρ μέρους χώρας πολεμοῦσιν, ἀλλ' ἀναστάσεως καὶ ἀνδραποδισμοῦ τῆς πατρίδος D.1.5, οὐ πᾶς ὁ λέγων μοι· κύριε κύριε, ... ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου Eu.Matt.7.21
c. dat. dependiente de or. nominal excepto, a no ser ἡδέα δ' οὐκ ἔστιν, ἀλλὰ τούτοις Arist.EN 1176a22
οὐ μόνον ... ἀλλὰ καί no sólo ... sino también, sino incluso οὐ μόνον τὴν σὴν γυναῖκα διέφθαρκεν ἀλλὰ καὶ ἄλλας πολλάς Lys.1.16, ἐκπλαγέντος δὲ οὐκ ἐμοῦ μόνον, ἀλλὰ καὶ τῶν συμπρέσβεων ἁπάντων Aeschin.2.36, οὐ μόνον δὲ Χαριάδης τοῦτο πεποίη κεν, ἀλλὰ καὶ ἄλλοι πολλοί Is.4.21
μὴ μόνον ... ἀλλὰ καὶ no sólo ... sino también μὴ μόνον μέρη τινὰ τοῦ ἱεροῦ κατα[ρι]πτόντων ἀλλὰ καὶ τά τε λίθινα ἔργα τοῦ ἀδύτου [δι]ασχισ[ά]ντων PTeb.781.9 (II a.C.)
οὐ μόνον οὐ ... ἀλλὰ καί no sólo no ... sino que incluso Is.1.14
sin καί: κοὐ μόνον βουλεύματα, ἀλλ' ἔργα δρώμεν' S.Ph.556
sin μόνον: οὐχ ἑσπέρας ... ἀλλὰ καὶ μεσημβρίας E.Fr.1006, ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν S.Ai.1313
οὐχ ὅπως ... ἀλλά Is.6.21, D.19.265, μὴ ὅτι ... ἀλλά Pl.Ap.40d
οὐ ... ἀλλὰ μόνον no ... sino solamente, PSI 1033.7 (II d.C.).

2 la negación acompañada de ἄλλος u otro adj. indef. sino, no otro que οὔ τί μοι αἴτιος ἄλλος, ἀλλὰ τοκῆε Od.8.312, οὐδέ τις ἄλλη φαίνετο γαιάων, ἀλλ' οὐρανὸς ἠδὲ θάλασσα Od.12.404, μὴ ἐξέστω Φιλίσκῳ γυναῖκα ἄλλην ἐπ[α]γ[α]γέσθαι ἀλλὰ Ἀπωλλωνίαν PTeb.104.19 (I a.C.)
c. οὔτις: ἔπαισε δ' αὐτόχειρ νιν οὔτις, ἀλλ' ἐγὼ τλάμων S.OT 1332.

3 la negación acompañada de adv. o adj. compar. no tanto ... como καὶ ἔστιν ὁ πόλεμος οὐχ ὅπλων τὸ πλέον, ἀλλὰ δαπάνης Th.1.83, τὸν τάφον ἐπισημότατον, οὐκ ἐν ᾧ κεῖνται μᾶλλον, ἀλλ' ἐν ᾧ ἡ δόξα αὐτῶν ... καταλείπεται Th.2.43, οὐ γὰρ νομίζομεν ἡμῖν τούτους δεινοτέρους, ὅσοι ἠπειρῶται ... ἀλλὰ τοὺς νησιώτας Th.5.99
el compar. acompaña a ἀλλά no ... sino más bien οὐ δεδύνημαι τὸν λόγον ... ἀποσείεσθαι ἀλλὰ μᾶλλον ... τὸ αἴτιον τῇ στενώσει ... ἀνεθέμ[ην POxy.1869.10 (VI/VII d.C.).

II c. μή en la crasis μἀλλὰ no ... sino, más bien después de una pregunta μῶν ἡλιαστά; - μἀλλὰ θἀτέρου τρόπου, ἀπηλιαστά Ar.Au.109, σὲ δὲ ταῦτ' ἀρέσκει; - μἀλλὰ πλεῖν ἢ μαίνομαι Ar.Ra.103, cf. 611, 745, 751.

C Ien principales de períodos condicionales o causales

1 c. subordinadas afirmativas al menos, sin embargo, en todo caso εἴ περ γάρ σ' Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει, ἀλλ' οὐ πείσονται Τρῶες Il.8.154
reforzado por καί: εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ κατεπέψῃ, ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον Il.1.82
reforzado por γε: εἰ δὲ σὺ καρτερός ἐσσι ... ἀλλ' ὅ γε φέρτερός ἐστιν Il.1.281, εἰ καὶ σμικρά, ἀλλ' ὧν ἴση γε ἡ χάρις Hdt.3.140, en griego posterior a Homero tiende a ceñirse a oraciones c. prótasis negativas, pero en lit. crist. respondiendo a prótasis afirmativas, c. valor enfático ἀλλὰ καὶ también, Ep.Rom.6.5.

2 c. subord. negativas de todas formas, a pesar suyo, al menos o simplemente pues entonces αἰ δὲ δῶρα μὴ δέκετ', ἀλλὰ δώσει Sapph.1.22, νῦν ὦν ἐπειδὴ οὐκ ὑμεῖς ἤρξατε τούτου τοῦ λόγου, ἀλλ' ἡμεῖς ἄρξομεν Hdt.9.48, ἐπεὶ γεραόν πατέρα ... οὐκ ἀνέτλατ' ... ἀλλ' ἐμέ ... οἰκτίραθ' S.OC 241
reforzado por γε sin embargo εἰ δὲ μή (ὁρῶ), ἀλλ' ἀκούω γε Pl.Grg.470d, καὶ ταῦτ' εἰ μὴ πανταχοῦ καθέστηκεν, ἀλλὰ τό γε βούλημα τῆς πολιτείας τοιοῦτόν ἐστιν Isoc.3.15, εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι 1Ep.Cor.9.2.

II c. determ. temp. por lo menos ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθ' S.Ant.779, gener. acompañado de adv. temp. ἀλλὰ νῦν S.El.411, Ar.Au.1598, Lys.10.15, D.3.33, ἀλλὰ τῷ χρόνῳ S.El.1013, E.Med.912.

D en comienzos de frase

I en órdenes, ruegos, preguntas, c. idea positiva

1 c. imperat. ea, así pues, ἀλλ' ἀκέουσα κάθησο Il.1.565, ὦ νέοι, ἀλλὰ μάχεσθε Tyrt.6.15, ἀλλὰ σὺ μέν ... ὦ Μωυσῆ, χρῶ νόμοις I.AI 4.145, ἀλλὰ ... ἐπίθες τὴν χεῖρά σου ἐπ' αὐτήν Eu.Matt.9.18
c. imperat. convertido en exclam. ἀλλ' ἄγ' ὀΐστευσον Μενελάου κυδαλίμοιο Il.4.100, ἀλλ' ἄγε δή, ὦ Κρίτων, πειθώμεθα αὐτῷ Pl.Phd.116d, ἀλλ' ἴθι Il.14.267
c. opt. expresando un deseo ea, pues que ἐλαύνομαι δὲ κοὐκέτ' ἂν μείναιμ' ἐγώ. - ἀλλ' εὐτυχοίης A.Ch.1063, ἀλλ' ἵλεῳ μὲν τὸν ἱκέτην δεξαίατο S.OC 44, ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις E.Supp.1182
c. subj. ἀλλ' ἴομεν Il.6.526, ἀλλ' ... ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων Act.Ap.4.17.

2 en alternativas afirmativas, interr. o imperat. pues entonces πατέρα δέ μοι δὸς εἰσιδεῖν. - οὐκ ἂν τύ χοις. - ἀλλὰ παρθένους ἀδελφάς E.Ph.615, cf. Ar.Pl.1155
casi adverb. y no conectivo σὺ δ' ἀλλὰ τούτων λέξον τι τῶν νεωτέρων pues entonces recita algo de los autores modernos Ar.Nu.1369, τόλμησον ... κτανεῖν. - αἰδούμεθ' ... - νῦν δ' ἀλλὰ παῖδα τὸν ἐπί σοὶ πεφηνότα E.Io 978, cf. Antiph.161.1.

3 para introducir una pregunta insistente pues, pero οὐκ ἔστιν ... Ζεύς. - ἀλλὰ τίς; Ar.Nu.827, ἀλλὰ πῶς ποιεῖ; X.Cyr.1.3.11, ἀλλὰ ποῖον, ὦ Σώκρατες, ἐπιχειρήσομεν φίλον ποιεῖσθαι; X.Mem.2.6.4.

4 c. interrogación expresando sorpresa, c. fut. ¿pero ...? ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου; S.Ant.568, ἀλλὰ δεσποτῶν κρατήσεις δοῦλος ὤν; E.Hel.1630.

II como asentimiento , bien, en verdad ἐρώτα ἢ ἀποκρίνου. - ἀλλὰ ποιήσω ταῦτα Pl.Grg.462b, ἀλλὰ νὴ Δία πειράσομαι X.Mem.3.3.15, νὴ τοὺς θεοὺς ἀλλ' ἐπιθυμῶ Pl.Grg.481b.

III al principio de un discurso bueno, bien X.Smp.1.1, An.3.1.45, 7.6.9, Cyr.5.2.8, Hyp.Dem.1, Eux.1
al principio de un discurso que responde a otro y por tanto con matiz adversativo Od.4.472, X.HG 2.3.35, 4.1.34, Cyr.2.2.18, ἀλλ' ὡς Men.Georg.22
al principio de un discurso que responde a una invitación a hablar, X.An.3.1.35, Cyr.2.3.5, 5.1.24.

E ἀλλά c. otras partíc.

I ἀλλ' ἢ

1 op. a una negación c. ἄλλος o un pron. indef. sino que, solamente οὔτε ἄλλος πώποτέ μοι παρέσχε τὰ ἑαυτοῦ διοικεῖν ἄλλ' ἢ σὺ νυνὶ ἐθέλεις παρέχειν X.Oec.2.13
op. no a toda la frase sino sólo a una palabra sino sólo, excepto ὥστε μηδὲν ἄλλο δοκεῖν εἶναι ἀληθὲς ἀλλ' ἢ τὸ σωματοειδές Pl.Phd.81b, τίνα ἄλλον ἔχουσι λόγον βοηθοῦντες ἐμοὶ ἀλλ' ἢ τὸν ὀρθόν τε καὶ δίκαιον; Pl.Ap.34b, μήτε συγγνώμης μήτ' ἄλλου μηδενός εἰσιν ἀλλ' ἢ τοῦ πλείονος D.37.53, οὐδὲν γὰρ ἄλλο σημαίνει τὸ λευκὸν ἀλλ' ἢ ποιόν Arist.Cat.3b19, ἐν οὐδεμιᾷ τέχνῃ ἀλλ' <ἢ> ἐν ῥητορικῇ καὶ ἑριστικῇ Arist.Rh.1402a27.

2 op. a una neg. sin ἄλλος a no ser οὐχὶ φιλεῖ ... ἀλλ' ἢ διὰ τοῦτ' αὔθ' ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει Ar.Eq.780, εἶπον ... τό τε λοιπὸν μηδετέρους δέχεσθαι ἀλλ' ἢ μιᾷ νηὶ ἡσυχάζοντας Th.3.71, αὐτῷ δ' οὐ συγγεγονέναι ἀλλ' ἢ παιδὶ ὄντι Pl.La.187d, μὴ χρῆσθαι ἐλαίῳ ἀλλ' ἢ ὅτι σμικροτάτῳ Pl.Prt.334c, τὴν δὲ γῆν ... μὴ ἐξεῖναι ἐξάγειν μηδε<ν>ὶ ἀλλ' ἢ εἰς αὐτὸ τὸ χωρίον IG 22.2492.28 (Ática IV a.C.).

II ἀλλ' ἦ introduciendo una pregunta pero acaso, pero en verdad, pero por qué ἀλλ' ἦ δόλον τιν' ὦ ξέν' ἀμφί μοι πλέκεις; A.Ch.220, ἀλλ' ἦ ... οὐκ ἐᾷ θεός ... E.Heracl.425, ἀλλ' ἦ τις ἔστι Ζηνὸς ὄνομ' ἔχων ... E.Hel.490.

III c. γάρ

1 c. negación pero como no ἀλλ' οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον Od.14.355, ἀλλ' οὐ γὰρ ἔπειθε, διδοῖ τὸ φᾶρος Hdt.9.109
a veces se sobreentiende el verbo ἀλλ' οὐ γάρ σ' ἐθέλω pero (no tengas cuidado) porque no quiero ..., Il.7.242, ἀλλ' οὐ γάρ οἱ παρέσχε ἐς τότε Hdt.8.8
en frases afirmativas ἀλλὰ γὰρ Κρέοντα λεύσσω ... παύσω ... γόους cesaré en mis lamentos porque veo a Creonte E.Ph.1307, ἀλλὰ ... γάρ τοι S.Ph.81, ἀλλ' ὅτε γὰρ δή S.Ai.167, cf. Ant.155.

2 οὐ γὰρ ἀλλὰ desde luego, pues realmente οὐ γὰρ ἀλλ' ὑπερβάλλει τάδε E.Ba.785, οὐ γὰρ ἀλλ' ἔχω κακῶς Ar.Ra.58.

IV ἀλλ' ἄρα usado en transiciones pues bien, Il.6.418, 12.320
para introducir una objeción pero en verdad Pl.Ap.25a
para introducir una interrogación ἀλλ' ἆρα ...; pero ¿acaso ... ? Pl.R.381b.

V c. otras partíc.

1 οὐ μὴν ἀλλά c. verbo impl. pero, sin embargo ὁ ἵππος πίπτει ... καὶ μικροῦ κἀκεῖνον ἐξετραχήλισεν. Οὐ μὴν ἀλλ' ἐπέμεινεν ὁ Κῦρος μόλις πως X.Cyr.1.4.8, ταὐτὸν τοῦτ' ἂν αἱροίμην. Οὐ μὴν ἀλλά που καὶ Κλεινίᾳ τῷδ' ἀρέσκειν δεῖ τὰ νῦν νομοθετούμενα Pl.Lg.722a, cf. D.19.135, UPZ 6.22, 110.116 (ambos II a.C.), οὐ μὴν ἀλλὰ καὶ ... y no sólo eso, sino que ..., POxy.2133.24 (III d.C.).

2 οὐ μέντοι ἀλλὰ sin embargo Th.5.43, Pl.Cra.436d.

3 ἀλλ' οὖν concesivo de todas formas Ar.Ra.1298, Aeschin.3.86.

4 ἀλλὰ καὶ ὧς pero aun así, sin embargo, Il.1.116, ἀλλ' οὐδ' ὣς Od.1.6.

5 ἀλλ' εἰ y qué si ..., ea, vamos a, Il.16.559.

VI ἀλλὰ καὶ τοῦτο una y otra vez, constantemente Lib.Decl.51.3.